Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.301 Joseph. BJ 5.308 (English) >>Joseph. BJ 5.313

5.305προπηδῶντές τε πολλάκις ἐκ τῶν πυλῶν συστάδην ἐπολέμουν καὶ συνδιωχθέντες ἀπὸ τοῦ τείχους κατὰ μὲν τὰς συμπλοκὰς ἡττῶντο τῆς Ῥωμαίων ἐπιστήμης ὄντες ἄπειροι, περιῆσαν δʼ ἐν ταῖς τειχομαχίαις. 5.306καὶ τοὺς μὲν μετʼ ἰσχύος ἐμπειρία παρεκρότει, Ἰουδαίους δὲ τόλμα δέει τρεφομένη καὶ τὸ φύσει καρτερικὸν ἐν συμφοραῖς· προσῆν δʼ ἐλπὶς ἔτι σωτηρίας καὶ Ῥωμαίοις τοῦ ταχέως κρατήσειν. 5.307οὐδετέρων δὲ ἥπτετο κόπος, ἀλλὰ προσβολαὶ καὶ τειχομαχίαι καὶ κατὰ λόχους ἐκδρομαὶ συνεχεῖς διʼ ὅλης ἡμέρας ἦσαν, οὐδʼ ἔστιν ἥτις ἰδέα μάχης ἀπελείπετο. 5.308νὺξ δὲ ἀνέπαυε μόλις ἕωθεν ἀρχομένους· ἦν δʼ ἄυπνος ἀμφοτέροις καὶ χαλεπωτέρα τῆς ἡμέρας, δέει τῶν μὲν ὅσον οὔπω καταληφθήσεσθαι τὸ τεῖχος, τῶν δʼ ἐπιθήσεσθαι Ἰουδαίους τοῖς στρατοπέδοις, ἔν τε τοῖς ὅπλοις ἑκάτεροι διανυκτερεύοντες ὑπὸ τὰς πρώτας αὐγὰς ἕτοιμοι πρὸς μάχην ἦσαν. 5.309καὶ παρὰ μὲν Ἰουδαίοις ἔρις ἦν ὅστις προκινδυνεύσας χαρίσαιτο τοῖς ἡγεμόσιν, μάλιστα δὲ τοῦ Σίμωνος αἰδὼς ἦν καὶ δέος, οὕτως τε προσεῖχεν ἕκαστος αὐτῷ τῶν ὑποτεταγμένων, ὡς καὶ πρὸς αὐτοχειρίαν ἑτοιμότατος εἶναι κελεύσαντος· 5.310Ῥωμαίοις δὲ ἐπʼ ἀνδρείαν ἦν προτροπὴ τοῦ τε κρατεῖν ἔθος καὶ ἥττης ἀήθεια συνεχής τε στρατεία καὶ διηνεκεῖς μελέται καὶ μέγεθος ἡγεμονίας, πρὸ δὲ πάντων Τίτος ἀεὶ πᾶσιν πανταχοῦ παρατυγχάνων.


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 5.301 Joseph. BJ 5.308 (English) >>Joseph. BJ 5.313

Powered by PhiloLogic